ἀνέγνων ποὺ τοῦς ἕλληνας τοὺς παλαίους νεκρολόγια ὅτι οὐκ ἐγράφοντο
ὁπότε τις τελευτηθείη μόνον τοὺς ἠρωτηκέναι ·
ἦ θυμοειδής;
ὅτε τις τελευτᾷ κἀγὼ ὁποίος ἦν ὁ θυμός σου ἐφίημι μεμαθηκέναι.
εἰ θυμὸν εἴχε περὶ τὰ καθολικά,
ὕδωρ,
μέλη,
περὶ τὴν δύναμιν τὴν ἐνίων πραγμάτων κινεῖσθαι ἐν τῷ χάει
περὶ τὸ σῶμα ἀπὸ τῶν κορυφῶν σωθὲν προπετές εἰς τὴν δόξαν
θυμὸν περὶ θυμόν,
ἆρ’ εἶχε;
καὶ μετὰ ταῦτα ἐμαυτὸν σκωπῶ ἆρ’ αὐτὸς θυμοειδὴς ἂν εἴην,
ἂν οἶος τ’ὦ ἑλληνιστὶ θανεῖν,
τίς θυμός;
τὰ μεγάλα θηρία τε ἄγρια κατόλλυται
τὰ μεγάλα ποιήματα ἀφανίζεται ἐν ταῖς μεγάλαις γλώσσαις ἀφανιζομέναις
ἄνδρες τε καὶ γυναῖκες σφάλλονται τὸ φέγγος
τῷ δανεισμῷ,
τοῖς πολιτικοῖς,
τοῖς ἐμπορικοῖς,
τοῖς χειρουργικοῖς,
σύμπλοκοι δάκτυλοι, ὑπάρχουσι δάκτυλοι ἐπίπνοοι ἐκ τῶν μενόντων χρημάτων
φρίσσοντα χρήματα εἰσβαίνοντα ἐκβαίνοντά τε
ἐκ τῶν δέκα ὡς ὀλίγοι οἱ δάκτυλοι πρὸς τοσαύτα
χρήματα τοῦ κόσμου
καὶ τί οὕτως ἐν τῷ κόσμῳ ὅ τι ἀποκρίνοιτο πρὸς τὸ ἐρώτημα τὸ ἑλληνικόν,
περιμένοι ὁ θυμὸς ἀπὸ καρπῶν ἔτι ζώντων ἐσθιομένων,
καὶ ἔπειτα ἅλατι τραχεῖ μέλος ποίοι βυρσευόμενον οὐλῇ,
λόγος φυσώμενος ἐπὶ τίνα κάμινον τίνι πνεύματι,
ὥστε ἐρωτῷτο τις, ἦ θυμοειδής;
ἀφέντων ἀπ’ἐμοῦ τὸ πέπερι, ἡ ζιγγίβερις, τὸ γαριφαλόδενδρον,
ἀναγέτω ἡ μουσική νὰ χορεύσω,
ὑγρός, ἀτελής,
παντὶ τῷ παλαιῷ τε καὶ καινῷ φωτὶ ληφθείς,
οἱ τυφλοί, οἱ μέτριοι, οἴμοι, εἴθε τοὐλάχιστον τὸν θυμὸν εὑρίσκοιμ' ἄν,
ἔνθα ἐμαυτὸν σφάλλοιμι,
τὸν ἑλληνικὸν θυμόν
Herberto Helder
Sem comentários:
Enviar um comentário